Κόρη μου, στους γάμους σου εγώ ο πνευματικός σου πατέρας, ο Γρηγόριος, σου κάνω δώρο τούτο το ποίημα. Και είναι ό,τι καλύτερο η συμβουλή του πατέρα:
Τέκνον ἐμόν, τὸ δέ τοι πεμπτήριον ἐσθλὸν ὀπάζω
Γρηγόριος· πατρὸς δὲ παραίφασίς ἐστιν ἀρίστη.
Οὐ χρυσὸς λιθάκεσσι μεμιγμένος, εὐγενέεσσι
Κόσμος θηλυτέρῃσιν, Ὀλυμπιάς, οὐδὲ μὲν εἶδος
Χρώμασι φαρμάσσειν βασιλήϊον, αἴσχεϊ τερπνῷ,
Εἶδος ἐπ᾿ εἶδος ἄγουσαν ὀλοίϊον. Εἵματα δ᾿ ἄλλαις
Πορφύρεα, χρύσεα, διαλαμπέα, σιγαλόεντα,
Αἷς οὐδὲν βιότοιο διαυγέος εὖχος ἔπεστι.
Σοὶ δὲ σαοφροσύνη τε μέλοι, καὶ κάλλος ἀγητὸν
Ὄμμασι κευθομένοισιν. Ὁδὲ τρόπος, ἄνθος ἄριστον,
Ἔμπεδον, ἀστυφέλικτον, ἀοίδιμον εὖχος ἐχούσῃ.
Ἅζεο μὲν πρώτιστα Θεόν,
μετέπειτα δ᾿ ἀκοίτην,
Ὀφθαλμὸν βιότοιο, τεῆς σημάντορα βουλῆς,
Τὸν μοῦνον φιλέειν, μούνῳ δέ τε θυμὸν ἰαίνειν·
Καὶ πλέον, ἤν σε πόθοισί τε λειοτέροις ἀγαπάζῃ,
Φίλτρον ἔχων ἀκέαστον, ὁμοφροσύνης ὑπὸ δεσμοῖς.
Θάρσος ἔχειν μὴ τόσσον, ὅσον πόθος ἀνδρὸς ὀπάζει,
Ἀλλ᾿ ὅσον ἐστὶν ἐοικός, ἐπεὶ κόρος ἐστὶν ἁπάντων.
Πάντων μὲν κόρος ἐστί· πόθος δ᾿ ἀκόρητος ἀρείων.
Μή ποτε θῆλυς ἐοῦσα, ἐς ἀνέρος ὄγκον ἐπείγου.
Μηδὲ γένος προφέρειν, μήθ᾿ εἵμασιν ὀφρὺν ἀείρειν,
Μὴ σοφίην· σοφίη δὲ γάμου θεσμοῖς ὑποείκειν.
Πάντα γὰρ ἀμφοτέροισι βίου ξυνώσατο δεσμός.
Εἴκειν μὲν βρομέοντι, πονειομένῳ δ᾿ ἐπαρήγειν,
Μύθοισιν μαλακοῖσι, παραιφασίῃσί τ᾿ ἀρίσταις·
Οὐδὲ λεοντοκόμος θηρὸς μένος εὔνασεν ἀλκῇ,
Ἄσθμασι βρυχαλέοισι χολούμενον, ἀλλὰ δαμάζει
Χερσὶ καταψήχων, καὶ αἰμυλίοισι λόγοισι.
Μή ποτε ἢ θωήν τιν᾿ ὀνειδίσειας ἀκοίτῃ,
Καὶ μάλα χωομένη περ, ἐπεὶ πλέον αὐτὸς ὄνειαρ,
Μηδὲ τέλος βουλῆς ἀντίξοον· οὐ γὰρ ἐοικός.
Δαίμων πολλάκι τέρμα φέρει συμφράδμονι βουλῇ
Μηδὲ μὲν ἀδρανίην· ἦ γὰρ κρατέοντι μάχαιρα.
Μηδὲ μὲν αἰνήσειας, ὃν οὐ φίλον ἀνέρι σεῖο,
Παρβλήδην ἐπέεσσι καθαπτομένη δολίοισι.
Καὶ δ᾿ ἄλλως ἐπέοικεν ἁπλοῦς τρόπος εὐγενέεσσιν
Ἀνδράσιν ἠδὲ γυναιξὶ, μάλιστα δὲ θηλυτέρῃσι.
Ξυνὰς δ᾿ εὐφροσύνας καὶ ἄλγεα πάντα τίθεσθαι,
Ξυνὰς δ᾿ αὖ μελεδῶνας, ἐπεὶ τόδε οἶκον ἀέξει.
Μῆτις μὲν καὶ σεῖο, τὸ δὲ κράτος ἀνέρος ἔστω
Ἀχνυμένῳ βαιόν τι συνάχθεο· καὶ τόδε τερπνὸν
Φάρμακον ἄλγεός ἐστι, φίλων ἄχος. Ὦκα δ᾿ ἔπειτα
Αἴθριον εἶδος ἔχουσα, λύειν μελεδήματα θυμοῦ.
Ἀνδρὶ γὰρ ἀσχαλόωντι λιμὴν εὔορμος ἄκοιτις.
Κερκίς σοί γε μέλοι, καὶ εἰρία, καὶ μελεδῶναι
Θείοις ἐν λογίοισι· τὰ δ᾿ ἔκτοθι ἀνδρὶ μέλοιτο.
Μὴ πολὺν ἐκ προθύρων πέμπειν πόδα, μηδ᾿ ἐπὶ τέρψιν
Πάνδημον, καὶ ἄκοσμον ὁμήγυριν· ἡ γὰρ ἔρευθος
Αἱρεῖ κ᾿ αἰδομένῃσι, τὰ δ᾿ ὄμματα ὄμμασι μίσγει·
Αἰδὼς δ᾿ οἰχομένη, πάντων γενέτειρα κακίστων.
Ἐς δ᾿ ἀγαθὰς κέλομαί σε φέρειν πόδα σὺν πινυτῇσιν,
Ὥς τινα καὶ λόγον ἐσθλὸν ἐνὶ φρεσὶ σεῖο χαράξῃς,
Ἢ κακίης ὀλετῆρα τεῆς, ἢ δεσμὸν ἀρίστων.
Οἶκός σοι, πόλις ἐστὶ, καὶ ἄλσεα. Μὴ ὁράασθαι
Ἄλλοις, ἢ πηοῖσι σαόφροσιν, ἠδ᾿ ἱερῆϊ
Καὶ πολιῇ νεότητος ἀρείονι· μηδὲ γυναιξὶ
Ταῖς ὁπόσαις αὐχήν τε πολὺς, καὶ δήμιον εἶδος·
Μηδὲ μὲν εὐσεβέεσσιν, ὅσους πόσις ἐκτὸς ἐέργει,
Καὶ μάλα περ τίουσα. Τί τοι τόσον ἐστὶν ὄνειαρ,
Ὁσσάτιον πόσις ἐσθλός, ἐπὴν μόνον ἀμφαγαπάζῃς;
Λίην μὲν φρονέειν, λίην δέ τε μὴ βλεμεαίνειν.
Αἰνῶ θηλυτέρας, τὰς ἄρσενες οὐδὲ ἴσασι.
Μηδὲ μὲν ἢ ἐπὶ δαῖτα γαμήλιον, ἠὲ γενέθλην
Σπεύδειν, ἔνθα πόθοι τε, χοροιτυπίαι τε, γέλως τε,
Καὶ χάρις οὐ χαρίεσσα· τὰ γὰρ καὶ σώφρονα θέλγει,
Ὡς ἀκτὶς κηροῖο διαΐσσουσα τάχιστα.
Μηδὲ μὲν οἰκιδίους τε πότους κατὰ δώματ᾿ ἐγείρειν
Ἀνέρος ἢ παρεόντος ἀμύμονος, ἢ ἀπεόντος.
Γαστὴρ μέτρα φέρουσα τάχ᾿ ἂν παθέεσσιν ἀνάσσῃ.
Τὴν δ᾿ ἄθυρον τρομέω μὲν ἐγὼ, τρομέει δὲ ἀκοίτης.
Μηδὲ παρειάων σκιρτήμασι πάλλεο μάχλοις,
Ἠὲ χόλῳ πλήθοντι· τὸ γὰρ μερόπεσσιν ὄνειδος,
Θηλυτέραις δὲ μάλιστα, καὶ ἔκτροπον εἶδος ἔθηκεν.
Οὔατα κόσμον ἔχοι τὸν ἀμάργαρον, ἐσθλὰ δέχεσθαι
Ῥήματα, τοῖς δὲ κακοῖσι νόου κληῖδ᾿ ἐπικεῖσθαι
Οἰκταί τε κλειταί τε, σαόφρονές εἰσιν ἀκουαί.
Στάζοι δ᾿ ἁγνὸν ἔρευθος ὁμόζυγι παρθένος αἰδὼς
Σοῖσιν ὑπὸ βλεφάροισι· δίδου δ᾿ ὁρόωσιν ἔρευθος,
Ὄμματα πηρὰ ἔχουσα, καὶ ἐς χθόνα ὀφρὺν ἄγουσα.
Γλῶσσαν ἔχουσ᾿ ἀχάλινον, ἀεὶ πόσιν ἐχθοδοπήσεις.
Γλῶσσα καὶ ἀπταίστοισι κακὸν βάλε πολλάκι μάργη.
Σιγᾷν λώϊόν ἐστιν, ὅτ᾿ ἐς λόγον ἔργον ἐπείγῃ,
Ἢ λαλέειν, καιροῖο λόγον κλείοντος ἄκοσμον.
Μῦθος ἀεὶ ποθέοιτο. Πόδες δ᾿ ὑπέροπλον ἰόντες,
Ψεῦσται σωφροσύνης· καὶ ἴθμασιν ὕβρις ἔπεστι.
Καὶ τὸ δέχου. Μὴ σαρκὸς ἔχειν ἀδάμαστον ἐρωὴν,
Μηδ᾿ αἰεὶ λεχέεσσι χαρίζεο. Πεῖθε σύνευνον
Ἤμασιν ἁγνοτάτοισι φέρειν χάριν. Ὣς γὰρ ἔοικεν.
Εἰκόνα τὴν μεγάλοιο Θεοῦ θεσμοῖς ὑποείκειν,
Εἰ καὶ θεσμὸν ἔδωκε γαμήλιον Υἱὸς ἄσαρκος,
Ἡμετέρῃ γενεῇ, καὶ πλάσματι χειρὸς ἀρήγων·
Ὥς κεν ἀπερχομένοισι καὶ ἐρχομένοισι γενέθλη
Ἕλκηται μερόπων τρεπτὸν γένος, οἷα ῥέεθρον
Ἄστατον ἐκ θανάτοιο, καὶ ἱστάμενον τεκέεσσιν.
Ἀλλὰ τί μοι τὰ ἕκαστα διακριδὸν ὧδ᾿ ἀγορεύειν;
Οἶδα δ᾿ ἔγωγε παραιφασίην, καὶ τῆς μέγ᾿ ἀμείνω.
Ἔστι τοι, ὦ χαρίεσσα, Θεουδόσις. Ἥδε προκείσθω
Παντός σοι μύθοιο καὶ ἔργματος ἔμπνοος εἰκὼν,
Θηλυτέρη Χειρωνὶς, ὑπὸ προπόδεσσι γάμοιο,
Ἥ σ᾿ ἐκ πατρὸς ἔδεκτο καὶ ἔπλασεν ἤθεσι κεδνοῖς·
Αὐτοκασιγνήτη μέγ᾿ ἀμύμονος ἀρχιερῆος
Ἀμφιλόχου, τὸν ἔπεμψα Θεῷ, Θέκλῃ γε σὺν ἁγνῇ,
Ἄγγελον ἀτρεκίης ἐριηχέα, κῦδος ἐμεῖο.
Κ᾿ εἴ τιν᾿ ἐμῆς πολιῆς ὑψίφρονα μῦθον ἐδέξω,
Τὸν κέλομαι πραπίδων σε φίλοις κευθμῶσι φυλάσσειν,
Ὧι δ᾿ ἂν καὶ πόσιν ἐσθλὸν ἐρίπτολιν ἐξακέσαιο,
Εἴ τοι καὶ μεγάλαυχον, ὑπέρτερον εὖχος ἔχουσα.
Νῦν μέν σοι τόδ᾿ ἔδωκα κεμήλιον. Εἰ δὲ τὸ λῷστον,
Καὶ τεκέων τεκέεσσι πέλοις πολύκαρπος ἀλωὴ,
Ὡς καὶ πλειοτέροισι Θεὸς μέγας ὑμνείοιτο,
Τῷπερ δὴ γενόμεσθα, καὶ ᾧ θέμις ἔνθεν ὁδεύειν.
πηγή: Ἅγιος Γρηγόριος ὁ Θεολόγος - Παραινετικὸν πρὸς Ὀλυμπιάδα Carmina quae spectant ad alios, Ad Olympiadem (carm. 6) (ΤΟΜΗ Β´. ΠΕΡΙ ΤΩΝ ΕΤΕΡΩΝ)
3 σχόλια:
Ευχαριστούμε Τρελλογιάννη!
Τρομερό δώρο!!!
Μπορείτε να μας δώσετε την παραπομπή σας παρακαλώ;
https://trelogiannis.blogspot.com/2021/02/blog-post_89.html
Δημοσίευση σχολίου