Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Κυβέρνησιν ἄθεον, καὶ ἀσεβείας μεστήν, ἐχθρὰν παραδόσεων, τῶν τοῦ λαοῦ εὐσεβῶν, ἐν ῥάβδῳ ἐπίσκεψαι, θᾶττον παιδαγωγίας, ὦ Τριὰς παναγία, σῴζουσα ἐκ κινδύνων, τῶν Ἑλλήνων τὸ γένος, καὶ ἄνεσιν δωρουμένη, πᾶσι τοῖς δούλοις σου.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἐχθροῦ ὑπ’ ἀλάστορος, πολεμουμένη νικᾷ, ὡς ἔφη Χρυσόστομος, ἡ Ἐκκλησία Χριστοῦ, ῥητόρων ὁ μέγιστος· ὅθεν τῶν ἀντιχρίστων, ἀδελφοὶ ἐν Κυρίῳ, λόγους μὴ πτοηθέντες, διαβόλῳ δολίῳ, ἀντίστητε ὑπερλόγως, Λόγῳ σθενούμενοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου