Δευτέρα 4 Ιανουαρίου 2021

ΝΙΚΑΣ ΜΟΙ, ΝΙΚΗΦΟΡΕ, ΚΑΤΑ ΠΑΘΩΝ ΔΟΣ.

Η εικόνα ίσως περιέχει: 1 άτομο 

 

 

Νίκας Νικηφόρε κατὰ παθῶν, δώρησαί μοι πάτερ, ὑμνολόγῳ σου τῷ πτωχῷ, ἵνα ἐν τῷ βίῳ, καλῶς περιπατήσας, Χριστῷ εὐαρεστήσω, τῷ σὲ δοξάσαντι. 

 

Νίκης τὸν ἐπώνυμον κατ' ἐχθροῦ, σὲ ὑμνολογοῦμεν, φίλε γνήσιε τοῦ Θεοῦ, λέπρας καθαιρέτην, ψυχῶν καὶ ἰατῆρα, σωμάτων ἀλγηδόνων, πάτερ πολύαθλε.

 

Λέπραν τῆς καρδίας μου τὴν δεινήν, ἴασαι εὐχαῖς σου, Νικηφόρε θαυματουργέ, πρὸς Θεοῦ τὸν Λόγον, δι’ ὅνπερ ὑπερλόγως, τὴν λέπραν τῆς σαρκός σου, μάκαρ ὑπήνεγκας.

 

Θεῖε Νικηφόρε ἐν πατρικῷ, οἴκῳ σου ἑστῶτες, ἀρυόμεθα δαψιλῶς, δύναμιν ἐξ ὕψους, καὶ χάριν τὴν ἁγίαν, Τριάδος ὑπερθέου, ἧς οἶκος γέγονας.

 

Ἦχος γ´. Θείας πίστεως.

 

Νίκης κρείττονος, μέτοχος ὤφθης, φέρων τρόπαιον, κατὰ τοῦ κόσμου, Νικηφόρε τῶν Κρητῶν ἐγκαλλώπισμα· τῆς γὰρ σαρκὸς τὰς ὀδύνας ὑπήνεγκας, καὶ θαυμασίων τὴν χάριν ἀπείληφας· ὅθεν πρέσβευε, Κυρίῳ τῷ σὲ δοξάσαντι, ἰάσασθαι ἡμῶν ψυχὰς καὶ σώματα.

 

νθος εὔοσμον τοῦ Παραδείσου, νέον καύχημα, Κρητῶν τῆς νήσου, ἀνεδείχθης Νικηφόρε πολύαθλε, προσκαρτερῶν ταῖς εὐχαῖς καὶ δεήσεσι, χαίρων ἀεὶ δὲ ἐν πλείστοις παθήμασι· πάτερ ὅσιε, ἐκ λέπρας ἡμᾶς ἰάτρευσον, ψυχὰς λυμαινομένης ταῖς πρεσβείαις σου.

Ιωάννης Τσιλιμιγκάκης

 

Δεν υπάρχουν σχόλια: