Άπλωσε το χέρι Σου και σώσε μας...
Ἔκτεινόν
σου τὴν χεῖρα, ἧς πάλαι ἔλαβον πεῖραν Αἰγύπτιοι πολεμοῦντες, καὶ
῾Εβραῖοι πολεμούμενοι· μὴ καταλίπῃς ἡμᾶς, καὶ καταπίῃ ἡμᾶς θάνατος, ὁ
διψῶν ἡμᾶς, καὶ σατὰν ὁ μισῶν ἡμᾶς· ἀλλ᾿ ἔγγισον ἡμῖν, καὶ φεῖσαι τῶν
ψυχῶν ἡμῶν, ὡς ἐφείσω ποτὲ τῶν Παίδων σου, τῶν ἐν Βαβυλῶνι ἀπαύστως
ἀνυμνούντων σε, καὶ βληθέντων ὑπὲρ σοῦ εἰς τὴν κάμινον, καὶ ἐκ ταύτης
κραυγαζόντων σοι· Τάχυνον ὁ οἰκτίρμων, καὶ σπεῦσον ὡς ἐλεήμων, εἰς τὴν
βοήθειαν ἡμῶν, ὅτι δύνασαι βουλόμενος.
Άγιος Ρωμανός Ο Μελωδός
Παρασκευή 18 Δεκεμβρίου 2020
Από την Ακολουθία των Τριών Παίδων! Τι επίκαιρη προσευχή!
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου