Παρασκευή 28 Αυγούστου 2020

Έφτασε η ημέρα του Προδρόμου.


Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Καὶ ἥξει εἰς τὸν ναόν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε. Καὶ τὶς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τὶς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ ἐν χωνευτηρίῳ καὶ ὡς πόα πλυνόντων. Καὶ καθιεῖται χωνεύων, καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον. Καὶ προσελεύσεται πρὸς ἡμᾶς ἐν κρίσει, καὶ ἔσται μάρτυς ταχύς ἐπὶ τοὺς πονηρούς, καὶ ἐπὶ τὰς μοιχαλίδας, καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματι αὐτοῦ ἐπὶ ψευδῆ, καὶ τοὺς μὴ φοβουμένους αὐτόν, λέγει Κύριος παντοκράτωρ. Καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην, λέγει Κύριος παντοκράτωρ, ὁ Θεός Ἅγιος Ἰσραήλ.
Προφήτης Μαλαχίας

Δεν υπάρχουν σχόλια: