Δευτέρα 29 Ιουνίου 2020

Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου

Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· οἱ βασιλέων εὐπορώτεροι, οἱ πλουσίων δυνατώτεροι, οἱ στρατιωτῶν ἰσχυρότεροι, οἱ σοφῶν καὶ φιλοσόφων σοφώτεροι, οἱ ῥητόρων εὐγλωττότεροι, οἱ μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες. Ὑμεῖς ἐστε τῶν μαρτύρων ὑπομονὴ, τῶν πατριαρχῶν τὸ ὀρθόδοξον, τῶν μοναζόντων ἡ ἄσκησις, τῶν παρθένων οἱ στεφανῖται, τῶν ἐν ὁμοζυγίαις οἱ εἰρηνοποιοὶ, τῶν ἁρπακτῶν πλουσίων οἱ χαλινοὶ, τῶν ἀκολάστων οἱ σωφρονισταὶ, ἡ σκέπη τῶν βασιλέων, τὰ τείχη τῶν Χριστιανῶν, τῶν βαρβάρων οἱ ἀντίπαλοι, οἱ φιμὸν τοῖς αἱρετικοῖς ἐπιθέντες, οἱ νεκροῦντες τὰ ἄλογα πάθη τῶν σωμάτων, οἱ τοὺς λεγεῶνας τῶν δαιμόνων ἀπελάσαντες, οἱ τοὺς βωμοὺς τῶν Ἑλλήνων καθελόντες, οἱ τὰ ἄνω καὶ τὰ κάτω κληρονομήσαντες· τῶν μὲν ἄνω τὰς κλεῖς εἰληφότες, τῶν δὲ κάτω λύειν καὶ δεσμοῦν τὰς ἁμαρτίας ἐξουσίαν ἔχοντες.

Ὢ τοῦ ἰδιώτου τὸ θαῦμα! ὢ τοῦ ἀγραμμάτου ἡ σοφία! Πέτρος, ὁ ἐν τῇ σκιᾷ αὐτοῦ παραλυτικοὺς σφίγγων, καὶ θάνατον λύων· Παῦλος, ὁ ἐν τοῖς ἱματίοις αὐτοῦ νοσήματα ἐκδιώκων, καὶ δαίμονας φυγαδεύων· οἱ εἰς μέσον τὴν μητέρα τοῦ Κυρίου ἔχοντες, καὶ κρείττους πνεύματος δικαίου ὑπάρχοντες· Παῦλος ἡ ἄπαυστος χελιδὼν τῆς Ἐκκλησίας· Πέτρος ὁ διηνεκῶς τῇ οἰκουμένῃ, καθάπερ ἀηδὼν, λυρίζων ἀπαύστως· οἱ στῦλοι τῆς Ἐκκλησίας, οἱ μεγάλοι τῆς οἰκουμένης φωστῆρες, οἱ κρείττους ἀλλήλων, καὶ ἀμείνους πάσης ὁμοῦ τῆς κτίσεως.


[Του Αγίου  ΙΩ  του Χρυσοστόμου]
 

Αγαπάμε τους δύο κορυφαίους ιδιαίτερα, γιατί δεν γεννήθηκαν θεοί ή Τιτάνες. Ο ένας αρνήθηκε,ο άλλος εδίωξε. Πριν, φτάσουν στην κατά χάριν θέωση πέρασαν από τα στάδια του χριστιανού της διπλανής πόρτας. Ας μην κρυβόμαστε πίσω από το δάχτυλο μας. Από περιπέτειες και πτώσεις πολύ οικείες, καταδικές μας. Καταλάβατε. Αυτό είναι ταύτιση. Ας κοιτάξουμε και προς τα εκεί που κατέληξαν.
π.Π.

Δεν υπάρχουν σχόλια: