Κυριακή 1 Μαρτίου 2020

O συγκλονισμός των Ύμνων

Δεν υπάρχει διαθέσιμη περιγραφή για τη φωτογραφία.

Ἐκάθισεν Ἀδάμ, ἀπέναντι τοῦ Παραδείσου, καὶ τὴν ἰδίαν γύμνωσιν θρηνῶν ὠδύρετο. Οἴμοι, τὸν ἀπάτῃ πονηρᾷ πεισθέντα καὶ κλαπέντα, καὶ δόξης μακρυνθέντα! οἴμοι, τὸν ἁπλότητι γυμνόν, νῦν δὲ ἠπορημένον! Ἀλλ᾽ ὦ Παράδεισε, οὐκέτι σου τῆς τρυφῆς ἀπολαύσω, οὐκέτι ὄψομαι τὸν Κύριον καὶ Θεόν μου καὶ Πλάστην· εἰς γῆν γάρ ἀπελεύσομαι, ἐξ ἧς καὶ προσελήφθην. Ἐλεῆμον, Οἰκτίρμον, βοῶ σοι· Ἐλέησόν με τὸν παραπεσόντα.

Ἐξεβλήθη Ἀδὰμ τοῦ Παραδείσου, διὰ τῆς βρώσεως· διὸ καὶ καθεζόμενος ἀπέναντι τούτου, ὠδύρετο, ὁλολύζων, ἐλεεινῇ τῇ φωνῇ, καὶ ἔλεγεν· Οἴμοι, τί πέπονθα ὁ τάλας ἐγώ! μίαν ἐντολὴν παρέβην τὴν τοῦ Δεσπότου, καὶ τῶν ἀγαθῶν παντοίων ἐστέρημαι. Παράδεισε ἁγιώτατε, ὁ δι' ἐμὲ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευε τῷ σὲ ποιήσαντι, κᾀμὲ πλάσαντι, ὅπως τῶν σῶν ἀνθέων πλησθήσωμαι. Διὸ καὶ πρὸς αὐτὸν ὁ Σωτήρ· Τὸ ἐμὸν πλάσμα οὐ θέλω ἀπολέσθαι, ἀλλὰ βούλομαι τοῦτο σῴζεσθαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅτι τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλλω ἔξω.

Ἐξεβλήθη ὁ Ἀδάμ, τοῦ Παραδείσου τῆς τρυφῆς, διὰ βρώσεως πικρᾶς, ἐν ἀκρασίᾳ ἐντολήν, μὴ φυλάξας τὴν τοῦ Δεσπότου, καὶ κατεκρίθη, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη αὐτός, ἱδρῶτι δὲ πολλῷ, ἐσθίειν ἄρτον αὐτοῦ. Διὸ ἡμεῖς ποθήσωμεν ἐγκράτειαν, ἵνα μὴ ἔξω θρηνήσωμεν, τοῦ Παραδείσου, ὥσπερ ἐκεῖνος, ἀλλ' εἰς αὐτόν ἐλευσώμεθα.

Ἐκάθισεν Ἀδὰμ τότε, καὶ ἔκλαυσεν ἀπέναντι τῆς τρυφῆς τοῦ Παραδείσου, χερσὶ τύπτων τὰς ὄψεις, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Ἰδὼν Ἀδὰμ τὸν Ἄγγελον, ὠθήσαντα, καὶ κλείσαντα τὴν τοῦ θείου κήπου θύραν, ἀνεστέναξε μέγα, καὶ ἔλεγεν· Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.


Συνάλγησον Παράδεισε, τῷ κτήτορι πτωχεύσαντι, καὶ τῷ ἤχῳ σου τῶν φύλλων, ἱκέτευσον τὸν Πλάστην, μὴ κλείσῃ σε. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.


Παράδεισε πανάρετε, πανάγιε, πανόλβιε, ὁ δι' Ἀδὰμ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευσον Θεὸν διὰ τὸν παραπεσόντα. Ἐλεῆμον, ἐλέησόν με τὸν παραπεσόντα.

Δεν υπάρχουν σχόλια: