Χαίροις ὁ ζωηφόρος Σταυρός,
τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον,
ἡ θύρα τοῦ Παραδείσου,
ὁ τῶν πιστῶν στηριγμός,
τὸ τῆς Ἐκκλησίας περιτείχισμα·
δι' οὗ ἐξηφάνισται,
ἡ ἀρὰ καὶ κατήργηται, καὶ κατεπόθη,
τοῦ θανάτου ἡ δύναμις,
καὶ ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια·
ὅπλον ἀκαταμάχητον,
δαιμόνων ἀντίπαλε,
δόξα Μαρτύρων,
Ὁσίων, ὡς ἀληθῶς ἐγκαλλώπισμα,
λιμὴν σωτηρίας,
ὁ δωρούμενος τὼ Κόσμω τὸ μέγα ἔλεος .
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου