Κυριακή 11 Αυγούστου 2019

Η εικόνα ίσως περιέχει: 1 άτομο 
Ἦχος πλ. δ' Ὠδὴ α'
«Ἁρματηλάτην Φαραὼ ἐβύθισε,
τερατουργοῦσα ποτέ,
Μωσαϊκὴ ῥάβδος,
σταυροτύπως πλήξασα,
καὶ διελοῦσα θάλασσαν,
Ἰσραὴλ δὲ φυγάδα,
πεζὸν ὁδίτην διέσωσεν,
ἆσμα τῷ Θεῷ ἀναμέλποντα».



Των λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι
τὴν ταπεινήν μου ψυχήν,
καὶ συμφορῶν νέφη,
τὴν ἐμὴν καλύπτουσι,
καρδίαν Θεονύμφευτε,
ἀλλ' ἡ φῶς τετοκυῖα,
τὸ θεῖον καὶ προαιώνιον,
λάμψον μοι τὸ φῶς τὸ χαρμόσυνον.



Ἐξ ἀμέτρητων ἀναγκῶν καὶ θλίψεων,
καὶ ἐξ ἐχθρῶν δυσμενῶν,
καὶ συμφορῶν βίου,
λυτρωθεὶς Πανάχραντε,
τῇ κραταιᾷ δυνάμει σου,
ἀνυμνῶ μεγαλύνω,
τὴν ἄμετρόν σου συμπάθειαν,
καὶ τὴν εἰς ἐμέ σου παράκλησιν.


Δόξα...
Νῦν πεποιθὼς ἐπὶ τὴν σὴν κατέφυγον,
ἀντίληψιν κραταιάν,
καὶ πρὸς τὴν σὴν σκέπην,
ὁλοψύχως ἔδραμον,
καὶ γόνυ κλίνω Δέσποινα,
καὶ θρηνῶ καὶ στενάζω,
μὴ με παρίδῃς τὸν ἄθλιον,
τῶν Χριστιανῶν καταφύγιον.



Καὶ νῦν...
Οὐ σιωπήσω τοῦ βοᾶν τρανώτατα,
τὰ μεγαλεῖα τὰ σά·
εἰμὴ γὰρ σὺ Κόρη,
πάντοτε προΐστασο,
ὑπὲρ ἐμοῦ πρεσβεύουσα,
τῷ Υἱῷ καὶ Θεῷ σου,
τὶς ἐκ τοσούτου με κλύδωνος,
καὶ δεινῶν κινδύνων ἐρρύσατο.



Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,
ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.



Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.



Ὠδὴ γ'
«Οὐρανίας ἁψῖδος,
ὀροφουργὲ Κύριε,
καὶ τῆς Ἐκκλησίας Δομῆτορ,
σὺ με στερέωσον,
ἐν τῇ ἀγάπῃ τῇ σῇ,
τῶν ἐφετῶν ἡ ἀκρότης,
τῶν πιστῶν τὸ στήριγμα,
μόνε φιλάνθρωπε».



Ἀπορήσας ἐκ πάντων,
ὀδυνηρῶς κράζω σοι·
πρόφθασον θερμὴ προστασία,
καὶ σὴν βοήθειαν,
δὸς μοι τῷ δούλῳ σου,
τῷ ταπεινῷ καὶ ἀθλίῳ,
τῷ τὴν σὴν ἀντίληψιν,
ἐπιζητοῦντι θερμῶς.



Ἐθαυμάστωσας ὄντως,
νῦν ἐπ' ἐμοὶ Δέσποινα,
τὰς εὐεργεσίας σου Κόρη,
καὶ τὰ ἐλέη σου·
ὅθεν δοξάζω σε,
καὶ ἀνυμνῶ καὶ γεραίρω,
τὴν πολλὴν καὶ ἄμετρον,
κηδεμονίαν σου.



Δόξα...
Καταιγὶς με χειμάζει,
τῶν συμφορῶν Δέσποινα,
καί τῶν λυπηρῶν τρικυμίαι,
καταποντίζουσιν·
ἀλλὰ προφθάσασα,
χεῖρά μοι δὸς βοηθείας,
ἡ θερμὴ ἀντίληψις,
καὶ προστασία μου.



Καὶ νῦν...
Ἀληθῆ Θεοτόκον,
ὁμολογῶ Δέσποινα,
σὲ τὴν τοῦ θανάτου τὸ κράτος,
ἐξαφανίσασαν·
ὡς γὰρ φυσίζωος,
ἐκ τῶν δεσμῶν τῶν τοῦ ᾅδου,
πρὸς ζωὴν ἀνήγαγες,
εἰς γῆν με ῥεύσαντα.



Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,
ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.



Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

1 σχόλιο:

ἐμπεσῶν εἰς λάκκον τις είπε...

Οχι,που θα
τους πιστέψουμε

οτι η ποίηση,
οι "καλές" τέχνες

και οι πιό
"ταπεινές"
εκδηλώσεις

του
κ α θ' ο μ ο ί ω
σ ι ν

αξίζουν
γιατί λέει
δεν είναι
χρήσιμες.

Μπούλσιτ!