ᾨδὴ ς'
«Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον,
καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις,
ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη,
καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε,
καὶ δέομαι ὡς Ἰωνᾶς·
Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε».
Τὰ νέφη, τῶν λυπηρῶν ἐκάλυψαν,
τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν,
καὶ σκοτασμὸν ἐμποιοῦσι μοι Κόρη,
ἀλλ' ἡ γεννήσασα φῶς τὸ ἀπρόσιτον,
ἀπέλασον ταῦτα μακράν,
τῇ ἐμπνεύσει τῆς θείας πρεσβείας σου.
Παράκλησιν, ἐν ταῖς θλίψεσιν οἶδα,
καί τῶν νόσων ἰατρὸν σε γινώσκω,
καὶ παντελῆ συντριμμὸν τοῦ θανάτου,
καὶ ποταμὸν τῆς ζωῆς ἀνεξάντλητον,
καὶ πάντων τῶν ἐν συμφοραῖς,
ταχινὴν καὶ ὀξεῖαν ἀντίληψιν.
Οὐ κρύπτω σου, τὸν βυθὸν τοῦ ἐλέους,
καὶ τὴν βρύσιν τῶν ἀπείρων θαυμάτων,
καὶ τὴν πηγὴν τὴν ἀέναον ὄντως,
τῆς πρὸς ἐμὲ συμπαθείας σου Δέσποινα·
ἀλλ' ἅπασιν ὁμολογῶ,
καὶ βοῶ καὶ κηρύττω καὶ φθέγγομαι.
Ἐκύκλωσαν, αἱ τοῦ βίου με ζάλαι,
ὥσπερ μέλισσαι κηρίον Παρθένε,
καὶ τὴν ἐμὴν κατασχοῦσαι καρδίαν,
κατατιτρώσκουσι βέλει τῶν θλίψεων·
ἀλλ' εὕροιμί σε βοηθόν,
καὶ διώκτην καὶ ῥύστην Πανάχραντε.
Διάσωσον, ἀπὸ κινδύνων, τοὺς δούλους σου, Θεοτόκε,
ὅτι πάντες μετὰ Θεόν, εἰς σὲ καταφεύγομεν,
ὡς ἄρρηκτον τεῖχος καὶ προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κοντάκιον Ἦχος β'
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε,
μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε.
Μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς,
ἀλλὰ πρόφθασον, ὡς ἀγαθή,
εἰς τὴν βοήθειαν ἡμῶν,
τῶν πιστῶς κραυγαζόντων σοι·
Τάχυνον εἰς πρεσβείαν,
καὶ σπεῦσον εἰς ἱκεσίαν,
ἡ προστατεύουσα ἀεί,
Θεοτόκε, τῶν τιμώντων σε.
ᾨδὴ ζ'
«Παῖδες Ἑβραίων ἐν καμίνῳ,
κατεπάτησαν τὴν φλόγα θαρσαλέως,
καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες·
Εὐλογητὸς εἶ Κύριε,
ὁ Θεὸς εἰς τοὺς αἰώνας».
Φῶς ἡ τεκοῦσα Θεοτόκε,
σκοτισθέντα με νυκτὶ ἁμαρτημάτων,
φωταγώγησον σύ, φωτὸς οὖσα δοχεῖον,
τὸ καθαρὸν καὶ ἄμωμον,
ἵνα πόθῳ σε δοξάζω.
Σκέπη γενοῦ καὶ προστασία,
καὶ ἀντίληψις καὶ καύχημα Παρθένε,
γυμνωθέντι μοι νῦν, ἁπάσης βοηθείας,
ἀβοήθητων δύναμις,
καὶ ἐλπὶς ἀπηλπισμένων.
Ὅλῃ ψυχῇ καὶ διανοίᾳ,
καὶ καρδίᾳ σε καὶ χείλεσι δοξάζω,
ἀπολαύσας τῶν σῶν, μεγάλων χαρισμάτων
ἀλλ' ὢ τῆς σῆς χρηστότητος,
καὶ ἀπείρων σου θαυμάτων!
Βλέψον ἱλέῳ ὄμματί σου,
καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω,
καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων,
καὶ πειρασμῶν με λύτρωσαι,
ἀμετρήτῳ σου ἐλέει.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου