Τὸ φυτὸν τῆς ἁγνείας, τὸ μύρον τῆς εὐωδίας, πάλιν ἀνέτειλεν ἡμῖν, εἰς τὴν παροῦσαν Ἑορτήν, βοῆσαι πρὸς αὐτόν· Ὁ ἀναπεσὼν ἐπὶ τὸ στῆθος τὸ δεσποτικόν, καὶ ἐπομβρήσας τῷ κόσμῳ τὸν λόγον, Ἰωάννη Ἀπόστολε, ὁ τὴν Παρθένον φυλάξας ὡς κόρην ὀφθαλμοῦ, αἴτησαι ἡμῖν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.
Ἀπόστολε
Χριστοῦ, Εὐαγγελιστὰ Θεολόγε, τῶν ἀπορρήτων μύστης γενόμενος, τῆς
σοφίας τὰ ἀπόρρητα, ἡμῖν ἐβρόντησας δόγματα, τό, Ἐν ἀρχῇ ἦν τρανώσας
τοῖς πιστοῖς· καὶ τό, Οὐκ ἦν ἀποβαλών, τῶν αἱρετιζόντων ἀπεκρούσω τοὺς
λόγους, ἐπιστήθιος φανεὶς καὶ φίλος ἠγαπημένος, ὡς Ἡσαΐας ὁ
μεγαλοφωνότατος, καὶ Μωσῆς ὁ θεόπτης. Παρρησίαν ἔχων πρὸς Θεόν, ἐκτενῶς
ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Η μετάσταση του αγίου ενδόξου και αποστόλου και ευαγγελιστού, ,φίλου, Επιστηθίου, παρθένου, Ηγαπημένου Ιωάννου του Θεολόγου
Η μετάσταση του αγίου ενδόξου και αποστόλου και ευαγγελιστού, ,φίλου, Επιστηθίου, παρθένου, Ηγαπημένου Ιωάννου του Θεολόγου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου