Πέμπτη 1 Ιουνίου 2017

Αλφαβητάριον παραινέσεων - Αγίου Γρηγορίου του Θεολόγου

18902233_817305881767710_457048972_n.jpg
ρχὴν νόμιζε τῶν ὅλων εἶναι Θεόν.
Βέβαιον οὐδὲν ἐν βίῳ δόκει πέλειν.
Γονεῖς τιμῶν μάλιστα Θεὸν φοβοῦ.
Δίδασκε σαυτὸν μὴ λαλεῖν ἃ μὴ θέμις.
ργοις δ' ἀρέσκειν σπεῦδε καὶ λόγοις Θεῷ.
Ζωὴν πόθησον τὴν ἔχουσαν μὴ τέλος.
ττῶν σε αυτὸν τοῖς φίλοις νικῶν ἔσῃ.
Θνητὸς δ' ὑπάρχων μηδόλως μέγα φρόνει.
χνηλάτει μὲν τῶν σοφῶν ἀεὶ θύρας.
​Κ​αὶ νοῦν δὲ καλλώπιζε τῆς μορφῆς πλέον.
Λόγῳ Θεοῦ ἄνοιγε σόν, τέκνον, στόμα.
Μνήμης δὲ αὐτοῦ μηδαμῶς λάθῃ ποτέ.
Νήφων προσεύχου τῷ Θεῷ καθ' ἡμέραν.
Ξένους ξένιζε, μὴ ξένος γένῃ Θεοῦ.
ρμὰς χαλίνου τῶν παθῶν ψυχοφθόρους.
Πέδαις τὸ σῶμα ἀσφαλίζου σωφρόνως.
Ράβδον σε αυτῷ τὴν συνείδησιν φέρε.
Σαφῶς σχόλαζε ἐν Γραφαῖς ταῖς ἐν θέοις.
​Τ​ὰς τῶν πενήτων ψυχαγώγησον λύπας.
πὲρ σε αυτὸν τοὺς πέλας καλῶς θέλε.
Φίλους ἔχειν σπούδαζε, ἢ πλοῦτον πολύν.
Χρυσοῦ γὰρ αὐτοὶ εὐκλεέστεροι λίαν.
Ψεῦδος μίσησον, τὴν δ' ἀλήθειαν φίλει.
Ὦ παῖ, φυλάσσων ταῦτα σώζῃ ἐνθέως.

Δεν υπάρχουν σχόλια: