Σάββατο 21 Νοεμβρίου 2015

Μητέρες,λύπην πάσαν αποθέμεναι,χαρμονικώς συνακολουθήσατε,υμνούσαι την Μητέρα Θεού και της χαράς του κόσμου πρόξενον
Σήμερον τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ, καὶ Θεοῦ τῶν ὅλων

Παρθένοι λαμπαδοφορούσαι προπορεύεσθε,της αειπαρθένου τιμώσαι την σεβάσμιον πρόοδον.Μητέρες,λύπην πάσαν αποθέμεναι,χαρμονικώς συνακολουθήσατε,υμνούσαι την Μητέρα Θεού και της χαράς του κόσμου πρόξενον.Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν, τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.


Δοξαστικό των Αποστίχων 
της εορτής των Εισοδίων 
της Θεοτόκου

πηγή

Δεν υπάρχουν σχόλια: