Ἀνέτειλε
τὸ ἔαρ τῆς νηστείας, καὶ τὸ ἄνθος τῆς μετανοίας· ἁγνίσωμεν οὖν ἑαυτοὺς
ἀδελφοί, ἀπὸ παντὸς μολυσμοῦ, τῷ φωτοδότῃ ψάλλοντες, εἴπωμεν· Δόξα σοι,
μόνε φιλάνθρωπε
Τὴν τεσσαρακονθήμερον, καὶ προκαθάρσιμον, οἱ Ἀπόστολοι πάντες, σήμερον στέφουσι, καὶ τῆς νηστείας τὸν καιρὸν ἁγιάζουσι, παρὰ Χριστοῦ τοῦ Λυτρωτοῦ, καὶ τήν Ἀνάστασιν αὐτοῦ προκαταγγέλλουσι πᾶσι, καὶ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὰ πρόθυρα τῆς νηστείας, ἀγώνων στεφανωθέντα, ταῖς εὐκαρπίαις, δεξιοῦνται τοὺς προσῳδαῖς μυστικαῖς, τρέχοντας, νηφαλέως ὕμνοις καὶ σπουδαίως πιστοί, ἅπαντες συνδράμωμεν.
Ἔλαμψε τῆς ἐγκρατείας ἡ εὐπρέπεια, τῶν δαιμόνων τὴν ἀχλὺν φυγαδεύουσα, ἐπεδήμησε τῆς νηστείας ἡ σεμνότης, τῶν ψυχικῶν παθῶν, τὴν ἰατρείαν φέρουσα, ταύτῃ ποτὲ Δανιήλ, καὶ οἱ ἐν Βαβυλῶνι Παῖδες φραξάμενοι, ὁ μέν, στόμα λεόντων ἐχαλίνωσεν, οἱ δέ, τὴν φλόγα τῆς καμίνου ἔσβεσαν, μεθ' ὧν καὶ ἡμᾶς δι' αὐτῆς σῶσον, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου