
ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε
τὰς ἀκάνθας ἡ κεφαλή
ἡ ὄψις τὰ ἐμπτύσματα
αἱ σιαγόνες τὰ ῥαπίσματα
τὸ στόμα τὴν ἐν ὄξει κερασθεῖσαν χολὴν τῇ γεύσει
τὰ ὦτα τὰς δυσσεβεῖς βλασφημίας.
Ὁ νῶτος τὴν φραγγέλωσιν
καὶ ἡ χεὶρ τὸν κάλαμον
αἱ τοῦ ὅλου σώματος ἐκτάσεις ἐν τῷ σταυρῷ
τὰ ἄρθρα τοὺς ἥλους
καὶ ἡ πλευρὰ τὴν λόγχην.
Ὁ παθὼν ὑπὲρ ἡμῶν,
καὶ παθῶν ἐλευθερώσας ἡμᾶς.
Ὁ συγκαταβὰς ἡμῖν φιλανθρωπίᾳ,
καὶ ἀνυψώσας ἡμᾶς,
παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου