Πέμπτη 23 Ιουνίου 2022

Σήμερον του φωτός ο λύχνος

Δοξαστικό εσπερινού Προδρόμου

 Ἦχος πλ. β' Σήμερον τοῦ φωτὸς ὁ λύχνος, προοδοποιεῖται τὴν ἔλευσιν Θεοῦ τοῦ Λόγου ὡς ἀστὴρ φαεινός. Σήμερον Ζαχαρίας γλῶτταν ἐτράνωσε, σιωπὴν ἐξασκήσας, Ἀγγέλου προστάξαντος· ἔπρεπε γὰρ οὕτω, τὸν πατέρα τῆς φωνῆς, μὴ σιωπὴν φυλάττειν, προελθούσης ἐκ γαστρὸς στειρωτικῆς, καὶ παντὸς τοῦ κόσμου τὴν λύτρωσιν εὐαγγελιζομένης, ἐν παρρησίᾳ πολλῇ.

Δεν υπάρχουν σχόλια: