“Όσα είδα και άκουσα από τον άγιο Πορφύριο”, Ιωάννου Μαρουσιώτη, Εκδόσεις “Η Μεταμόρφωσις του Σωτήρος”, (Μήλεσι, πρώτη έκδοση 2012).
Βίον ἀγαπήσας τὸν ἐν Χριστῷ, Πορφύριε θεῖε, ἀπηρνήσω ἀπὸ παιδός, κόσμου τὰ ἡδέα, δραμὼν ἐν εὐφροσύνῃ, καὶ ἔρωτι ἐνθέῳ, εἰς Ὄρος Ἅγιον. Τὸν σημειοφόρον τε καὶ σοφόν, μύστην τῶν ἀῤῥήτων, καὶ πατέρα πνευματικόν, κλέος τὸ τοῦ Ἄθω, φωστῆρα οἰκουμένης, Πορφύριον τὸν θεῖον, πόθῳ τιμήσωμεν. Ζήσας ἐν τῷ μέσῳ μαρτυρικῶν, Πορφύριε πόνων, οὐκ ἐπαύσω δοξολογῶν, τῆς τρισυποστάτου, Θεότητος τὸ κράτος, ὑφ’ ἧς ἐμαρτυρήθης, ἀνὴρ παντέλειος.
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Πορφυρίου τὴν μνήμην ἀνευφημήσωμεν, σημειοφόρου ὁσίου καὶ ἀπλανοῦς ὁδηγοῦ, καὶ ποιμένος ὀρθοδόξων οὐρανόφρονος, ὅτι πρεσβεύει ἐκτενῶς, τῷ Θεῷ ὑπὲρ ἡμῶν, μεγίστῃ ἐν παῤῥησίᾳ, ὅπως τύχωμεν σωτηρίας, τῆς αἰωνίου ἐν τῇ ἄνω Σιών.
Ἦχος γ´. Θείας πίστεως
. Πλήρης Πνεύματος, τοῦ παναγίου, ὤφθης ἔτεσιν, ἐν τοῖς ἐσχάτοις, ἐξαστράπτων ταῖς βολαῖς τῶν θαυμάτων σου, καὶ τῇ ἀγάπῃ σου θάλπων τὰ τέκνα σου, καὶ τοὺς προστρέχοντας πάντας τῇ σκέπῃ σου· ὅθεν ἅγιε, σημειοφόρε Πορφύριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ιωάννης Τσιλιμιγκάκης
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου