Ταῖς τῶν δακρύων σου ῥοαῖς.
Καινοτομία ἀσεβής, ἐν ναῷ τῷ ἁγίῳ
πέλει τὰ φίμωτρα, ἐπὶ τὰ πρόσωπα πιστῶν, βεβαπτισμένων Τριάδος μέγα εἰς
ὄνομα· διὸ ἀγαπητοί, ταῖς τῶν πατέρων πάντες στοιχήσωμεν, ἱεραῖς
παραδόσεσιν, ἵνα τῷ ἐλέει Θεοῦ, σωθῶσιν αἱ ψυχαὶ ἡμῶν.
Ὁμολογίας ὁ
καιρός, ὅτι πίστις Κυρίου τανῦν προσβάλλεται, ὑπ' ἀντιχρίστων ἀσεβῶν,
καὶ ὀρθοδόξων ἡ ποίμνη καταδιώκεται, προφάσει πονηρᾷ, εἰδωλικῆς ὑγείας
τοῦ σώματος· ὅθεν πάντες βοήσωμεν· Φρόνημα Χριστὲ κραταιόν, παράσχου
ταῖς ψυχαῖς ἡμῶν.
Ἀφωρισμένος ἀσεβής, βασιλεύειν Ἑλλάδος οὐκ
ἐπιτέτραπται, τῆς ὀρθοδόξου καὶ πιστῆς· καὶ γὰρ Χριστοῦ τοῦ Κυρίου
ἠλλοτρίωται· Ἀρχάγγελοι διό, τὸ τῶν Ἑλλήνων γένος λυτρώσασθε, ἐναγοῦς
κυβερνήσεως, ἵνα ἀπροσκόπτως ὁμοῦ, δοξάζομεν τὸν Κύριον.
Θείας πίστεως.
Χεῖρες βέβηλοι, ἐν τῷ ναῷ σου, δόλῳ εἴδωλον, τὸ τῆς ὑγείας, βλασφημοῦντες τὴν σὴν δύναμιν ἔστησαν, ἀλλ' οἱ πιστοί σε τὸν μόνον ἀθάνατον, ἐκδυσωποῦμεν φιλάνθρωπε Κύριε· Ἐναπόσταξον ῥανίδα θείου ἐλέους σου, καὶ ἴασαι ψυχὰς ἡμῶν καὶ σώματα.
Ἐπεφάνης σήμερον.
Συμβουλίᾳ ὄφεως, τοῦ ἀρχεκάκου, ἀδελφῶν τῷ πνεύματι, μὴ κατεσθίωμεν ψυχάς, ἀγαπητοὶ παρεπίδημοι, ἐπὶ προφάσει, ὑγείας τοῦ σώματος.
Ὡς γενναῖον ἐν μάρτυσιν.
Καινοτόμος ἀσέβεια, καὶ Θεοῦ ἀλλοτρίωσις, καὶ ναοῦ ἀθέτησις ἱερότητος, ἡ τῆς λατρείας ἀλλοίωσις, τῷ δόγματι καίσαρος, ἀσεβοῦς τῷ ἀσεβεῖ, τῷ κελεύοντι φίμωτρα, φέρειν ἅπαντας, τοὺς πιστοὺς καὶ ἀφίστασθαι ἀλλήλων, τοὺς ἐν πίστει ἡνωμένους, καὶ ἐν ἁγίῳ βαπτίσματι.
Μεγαλυνάρια
Φίμωτρα οὐδόλως ἐν τῷ ναῷ, τῷ ὑγιοδώρῳ, καὶ ἁγίῳ καὶ ἱερῷ, τοῖς βεβαπτισμένοις, εἰς ὄνομα Κυρίου, προσήκει τῇ προφάσει, ὑγείας σώματος.
Φιμωτροφορία ἡ ἐν ναῷ, ἔνδειξις ὑπάρχει, ἀσεβείας πρὸς τὸν Θεόν, τὸν ἡγιακότα, ναὸν αὐτοῦ καὶ δόντα, αὐτὸν εἰς θεραπείαν, ψυχῆς καὶ σώματος.
Μὴ οὖν κατεσθίωμεν τὰς ψυχάς, ὄφεως ἀπάτῃ, τῶν ἐν πνεύματι ἀδελφῶν, καὶ καταλαλῶμεν, αὐτῶν ἀφιλαδέλφως, προφάσει ψευδεστάτῃ, ὑγείας σώματος.
Εἴδωλον ὑγείας τὸ μυσαρόν, ἔστησαν ἐν μέσῳ, τοῦ ναοῦ σου τοῦ ἱεροῦ, χεῖρες παρανόμων, σὴν χάριν ἀθετούντων, καὶ δύναμίν σου Σῶτερ, οἴμοι τὴν ἄμαχον.
Τὴν πανσθενουργὸν χάριν σου Χριστέ, ὄφεως ἀπάτῃ, ἀθετοῦντας καὶ ἐν ναῷ,
τῷ ἱερωτάτῳ, τὸ εἴδωλον ὑγείας, ἀφρόνως προσκυνοῦντας, φώτισον Κύριε.
Τῶν ἁμαρτανόντων Ἱεραρχῶν, εἰς πατρῴαν πίστιν, σὺ ἐπίσκεψαι τὰς ψυχάς, τοῦ μετανοῆσαι, καὶ σοῦ ἀνακηρῦξαι, τὴν θείαν δεσποτείαν, Πνεῦμα Παράκλητον.
Ιωάννης Τσιλιμιγκάκης
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου