Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Εὐσεβείας τὸ ῥόδον, τὸ εὐωδέστατον, τὸ μέγα κλέος τῆς Ῥόδου, καὶ πολιοῦχον στεῤῥόν, Κωνσταντῖνον οἱ πιστοὶ ἀνευφημήσωμεν, ὅτι Μαρτύρων τὴν ὁδόν, διανύσας ἐπὶ γῆς, ἐν οὐρανοῖς ἐδοξάσθη, καὶ πρεσβεύει νῦν τῇ Τριάδι, ἐν παῤῥησίᾳ ὑπὲρ πάντων ἡμῶν.
Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
῾Εορτάζει σήμερον, τὴν παναγίαν σου μνήμην, Κωνσταντῖνε ἔνδοξε, ἀγαλλομένη ἡ Ῥόδος, ἄθλοις σου, τοῖς ὑπὲρ φύσιν ἁγιασθεῖσα, μέγαν δέ, ἀπολαβοῦσά σε πολιοῦχον, καὶ πιστῶς σοι ἀνακράζει· Χαίροις ὁ θεῖος προστάτης καὶ φύλαξ μου.
Μεγαλυνάριον.
Χαίροις Κωνσταντῖνε Μάρτυς Χριστοῦ, τῆς ὁμολογίας, ὁ οὐράνιος θησαυρός· χαίροις ὁ ἐν Ῥόδῳ, ἀνδρείως μαρτυρήσας, καὶ ταύτης πολιοῦχος, ὑπάρχων μέγιστος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου