Πέμπτη 17 Δεκεμβρίου 2020

 Η εικόνα ίσως περιέχει: 1 άτομοἮχος α´. Τὸν τάφον σου Σωτήρ.

 Ἡ χάρις σου Χριστέ, θεραπεύει τὰς νόσους, ἡ χάρις σου Χριστέ, ἰατρεύει τὰ πάθη, ἰᾶται ἀῤῥωστήματα, καὶ σαρκὸς τὰ οἰδήματα, καὶ σκιρτήματα, τὰ ἐμπαθῆ κατευνάζει, καὶ τὴν ἄνεσιν, καὶ τὴν εἰρήνην καρδίαις, δωρεῖται καὶ σώμασιν. Ἐλπίζω ἐπὶ σέ, ὁ ἀχρεῖός σου δοῦλος, ἐλπίζω ἐπὶ σέ, ὁ πτωχός σου οἰκέτης, Κριτὰ δικαιότατε, πολυέλεε Κύριε· σὺ γὰρ ἄφεσιν, τῶν πεπραγμένων δεινῶν μοι, σωτηρίας τε, βεβαιοτάτην ἐλπίδα, παρέχεις ἑκάστοτε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου