Μεθ’ ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς,
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Ἰσχυκότες ἡττᾶσθε.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Ἐὰν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ λόγον, ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν,
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Τὸν δὲ φόβον ὑμῶν οὐ μὴ φοβηθῶμεν, ουδ’ οὐ μὴ ταραχθῶμεν.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Κύριον δὲ τὸν Θεὸν ἡμῶν, αὐτὸν ἁγιάσωμεν, καὶ αὐτὸς ἔσται ἡμῖν φόβος.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ ἐὰν ἐπ’ αὐτῷ πεποιθὼς ᾧ ἔσται μοι εἰς ἁγιασμόν.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
Καὶ πεποιθὼς ἔσομαι ἐπ’ αὐτῷ, καὶ σωθήσομαι δι’ αὐτοῦ.
Ὅτι μεθ’ ἡμῶν ὁ Θεός.
🛐🛐🛐
ΑπάντησηΔιαγραφή