Πέμπτη 12 Ιανουαρίου 2023

Εἰς ἀνάμνησιν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ

 

Εἰς ἀνάμνησιν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ·(3) Πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη. Καὶ ὡς ἀμνὸς ἄμωμος ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. Τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Τοῦ Κυρίου δεηθῶμεν. Κύριε, ἐλέησον. Ἔπαρον δέσποτα. Ότι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Θῦσον δέσποτα Θύεται ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας. ~Ιερά Ακολουθία της Προσκομιδής~

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου