Σάββατο 13 Αυγούστου 2022

π.Φιλόθεος Δοχειαρίτης "Απόστολος Κοιμήσεως Θεοτόκου"

Αναγινώσκει ο μακαριστός Ιερομόναχος Φιλόθεος Δοχειαρίτης την Αποστολική περικοπή της εορτής της Κοιμήσεως της Θεοτόκου.

Αναγινώσκει ο μακαριστός Ιερομόναχος Φιλόθεος Δοχειαρίτης την Αποστολική περικοπή της εορτής της Κοιμήσεως της Θεοτόκου. 

Ηχογράφηση από την Αγρυπνία της εορτής της Κοιμήσεως της Θεοτόκου στην Ι.Μ.Δοχειαρίου (2019). 

Προκείμενον. Ἦχος γ’ 

Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου. 

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· Πρὸς Φιλιππησίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. 

Ἀδελφοί, τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ ᾿Ιησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ᾿ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι ᾿Ιησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος ᾿Ιησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ πατρός.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου