Κυριακή 13 Ιουνίου 2021


 

Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Μένους ἀπ’ ἀρχαίου τοῦ πτερνιστοῦ, Μόρφου ποιμενάρχην, τὸν Νεόφυτον σαῖς λιταῖς, ῥῦου θεοφόρε, Εὐμένιε καὶ σῷζε· εὐχέτης γὰρ πρὸς Κτίστην, πέλεις διάπυρος.
 
 

 Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Τὸν τανῦν βαλλόμενον, ἀφιλαδέλφως, καὶ  συκοφαντούμενον, ὑπ' ἀδελφῶν ἱεραρχῶν, Μόρφου ἀστέρα ἐνίσχυσον, εἰς τὸ αὐγάζειν, τοῦ κόσμου τὰ πέρατα.


Μεγαλυνάριον
Βρότειον μορφὴν Λόγε ὁ λαβών, Μόρφου ποιμενάρχην, μὴ ἐλλίπῃς ἐπευλογῷν, ἵνα ἐν φωτί σου, πορεύηται τῷ θείῳ, καὶ ποίμνιον φωτίζῃ, λόγοις καὶ πράξεσι.
 
 Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
 Πίστει ἐν ἀληθεῖ, συντήρησον τὸν Μόρφου, Νεόφυτον καὶ σῶσον, ἐχθροῦ ἐξ ἀρχεκάκου, Τριὰς ἀπειροδύναμε.
 
 

Μεγαλυνάριον

Ποίμνιον τῆς Μόρφου τὸ λογικόν, σὺν τῷ Ἐπισκόπῳ, ἐκ κινδύνων παντοδαπῶν, Λόγου ὑπηρέτα, Εὐμένιε θεόφρον, εὐχαῖς σου διαπύροις, ῥύου ἑκάστοτε. 

 

Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.  

Ποίμνιον λογικόν, τῆς Μόρφου σὺν Προέδρῳ, παντοίων ἐκ κινδύνων, Εὐμένιε θεόφρον, εὐχαῖς σου διαφύλαττε.

  Ιωάννης Τσιλιμιγκάκης

3 σχόλια: