Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἐκ πυρὸς ὀλεθρίου τὸν κόσμον φύλαξον, ὁ διασώσας τὸ πάλαι ἐκ τῆς καμίνου πυρός, τὴν τριάδα τῶν δικαίων Λόγε παίδων σου, ὅτι δολίως ἐν τῇ γῇ, ὁλοκαύτωμα δεινόν, τὰ ὄργανα τοῦ Βελίαρ, μελετῶσιν ἐν ταῖς καρδίαις, τοῦ ἀπολέσαι ἐν αὐτῇ τὴν ζωήν.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Δρόσον τὴν οὐράνιον τῇ γῇ, πέμψον ἀπὸ ὕψους σῆς θείας, μεγαλωσύνης Χριστέ, πῦρ ὀλεθριώτατον, καὶ φρικωδέστατον, ἀναιρῶν τῇ δυνάμει σου, καὶ σῴαν φυλάσσων, κτίσιν τὴν ἐπίγειον, ἀνθρώπους κτήνη τε, δάση καὶ οἰκίας ἁπάσας, ἵνα καιομένῃ καρδίᾳ, πάντες Ἰησοῦ μου ἀνυμνῶμέν σε.
Μεγαλυνάρια
Πνεῦμα τὸ πανάγιον καὶ εὐθές, τὸ πυρὸς ἐν εἴδει, ἀποστόλοις καταπεμφθέν, δρόσισον τὴν γῆν σου, ὅτι ἐκαυματίσθη, βροτῶν ἁμαρτανόντων, ἀτόποις πράξεσι.
Κύριε τῶν ζώντων καὶ τῶν νεκρῶν, πάντων τῶν ἁγίων, τῶν καέντων ὑπ’ ἀσεβῶν, ταῖς σοὶ εὐπροσδέκτοις, πρεσβείαις διαπύροις, τὴν γῆν σου ἐκ τῆς λύμης, πυρὸς διάσωσον.
Ἅγιοι πρεσβεύσατε ἐκτενῶς, οἱ πυρὶ βληθέντες, καὶ ἀπάραντες πρὸς Χριστόν, ὑπὲρ οἰκουμένης, δεινῶς μαστιζομένης, πυρὸς ἐξ ἀναφθέντος, ἐχθρῷ ἀλάστορι.
Παῖδας τρισαρίθμους τοὺς εὐαγεῖς, ὁ τὸ πάλαι σώσας, ἐν καμίνῳ χαλδαϊκῇ, Κύριε νῦν φεῖσαι, τῆς γῆς ἐμπιμπραμένης, ὑπὸ ἀνθρωποκτόνου, ὀργάνων ὄφεως.
Πάντας τοὺς θανόντας ἐν τῷ πυρί, ἐμπρησμῶν δολίων, πολυεύσπλαγχνε Ἰησοῦ, μὴ καταδικάσῃς, εἰς πῦρ τὸ αἰωνίζον, ἀλλὰ αὐτοῖς παράσχου, ζωὴν τὴν ἄληκτον.
Αμήν, αμήν, αμήν!
ΑπάντησηΔιαγραφήΕυχαριστούμε αδελφέ, για την ευλογημένη σου έμπνευση που καθοδηγήθηκε από την γεμάτη νοιάξιμο καρδιά σου για τις μεγάλες δοκιμασίες των αδελφών και για την σωτηρία της ψυχής τους!
Χριστός Ανέστη!