Πέμπτη 19 Νοεμβρίου 2020

 

Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον. 

Δανιὴλ ἀνυμνοῦμεν ἱερομάρτυρα, τὸν ἐν ναῷ τοῦ Κυρίου ὅπλῳ τρωθέντα δεινῶς, καὶ ἀπάραντα εἰς δώματα οὐράνια, τὸν σοφωτάταις διδαχαῖς, προσελκύσαντα ὀρδάς, ἀπίστων εἰς Ἐκκλησίαν, καὶ κηρύξαντα παῤῥησίᾳ, τῶν ὀρθοδόξων τὴν ὁδὸν ἀληθῆ.

 Μεγαλυνάρια 

Τὸν ἱερομάρτυρα Δανιήλ, ἐν ᾠδαῖς καὶ ὕμνοις, εὐφημήσωμεν οἱ πιστοί, βλήμασι τρωθέντα, ἐν οἴκῳ τοῦ Κυρίου, ἐν ἔτεσιν ἐσχάτοις, ὑπὲρ τῆς πίστεως. 

Ὄντως μακαρία σου ἡ ζωή, καὶ ἡ τελευτή σου, ἱερώτατε Δανιήλ· σὺ γὰρ πιστευσάντων, βαπτίσας μέγα πλῆθος, τὸ στέφος μαρτυρίου, Κυρίῳ ἔλαβες. 

Διὰ κηρυγμάτων ψυχωφελῶν, καὶ διὰ γραφῶν σου, καὶ βαπτίσεων εἰς Χριστόν, Δανιὴλ θεόφρον, σεπτὲ ἱερομάρτυς, καθεῖλες θείῳ σθένει, κόσμου τὸν ἄρχοντα. 

 Ἱερομαρτύρων τὴν καλλονήν, Δανιὴλ τιμῶμεν, τὸν ἀπόστολον τοῦ Χριστοῦ, ὡς ἐμπεπλησμένον, τῆς θύραθεν καὶ ἄνω, σοφίας καὶ ἀθέους, πλείστους φωτίσαντα. 

Ἐν ναῷ Κυρίου τῷ ἱερῷ, ἐπυροβολήθης, διὰ πίστιν τὴν εἰς Χριστόν· ὅθεν Δανιήλ σε, σὺν μάρτυσι τιμῶμεν, καὶ πόθῳ προσκυνοῦμεν, τάφον τὸν θεῖον σου.  

Ιωάννης Τσιλιμιγκάκης


1 σχόλιο: