ΗΓΑΠΗΣΑ, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου, 2 ὅτι
ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. 3
περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με· θλῖψιν καὶ ὀδύνην
εὗρον, 4 καὶ τὸ ὄνομα Κυρίου ἐπεκαλεσάμην· ὦ Κύριε, ρῦσαι τὴν ψυχήν
μου. 5 ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. 6 φυλάσσων
τὰ νήπια ὁ Κύριος· ἐταπεινώθην, καὶ ἔσωσέ με. 7 ἐπίστρεψον, ψυχή μου,
εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε, 8 ὅτι ἐξείλετο τὴν
ψυχήν μου ἐκ θανάτου, τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου
ἀπὸ ὀλισθήματος. 9 εὐαρεστήσω ἐνώπιον Κυρίου, ἐν χώρᾳ ζώντων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου