Σάββατο 22 Φεβρουαρίου 2020

Η εικόνα ίσως περιέχει: 2 άτομα 

"ἐθεώρουν ἕως ὅτε θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο ἔχων περιβολὴν ὡσεὶ χιόνα, καὶ τὸ τρίχωμα τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον λευκὸν καθαρόν, ὁ θρόνος ὡσεὶ φλὸξ πυρός, καὶ ἐξεπορεύετο κατὰ πρόσωπον αὐτοῦ ποταμὸς πυρός, χίλιαι χιλιάδες ἐθεράπευον αὐτὸν καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ• καὶ κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῴχθησαν(δαν. ζ'9-10)
Ὢ ποία ὥρα τότε, καὶ ἡμέρα φοβερά,
ὅταν καθίσῃ ὁ Κριτὴς ἐπὶ θρόνου φοβεροῦ!

βίβλοι ἀνοίγονται, καὶ πράξεις ἐλέγχονται,
καὶ τὰ κρυπτὰ τοῦ σκότους δημοσιεύονται,
Ἄγγελοι περιτρέχουσιν, ἐπισυνάγοντες πάντα τὰ ἔθνη.

Δεῦτε ἀκούσατε
βασιλεῖς καὶ ἄρχοντες,
δοῦλοι καὶ ἐλεύθεροι,
ἁμαρτωλοὶ καὶ δίκαιοι,
πλούσιοι καὶ πένητες,

ὅτι ἔρχεται Κριτής,
ὁ μέλλων κρῖναι πᾶσαν τὴν οἰκουμένην,
καὶ τίς ὑποστήσεται ἀπὸ προσώπου αὐτοῦ,

ὅταν Ἄγγελοι παρίστανται,
ἐλέγχοντες τὰς πράξεις,
τάς διανοίας, τὰς ἐνθυμήσεις,
τὰ ἐν νυκτὶ καὶ ἐν ἡμέρα;

ὢ ποία ὥρα τότε!
Ἄλλά πρὸ τοῦ φθάσαι τὸ τέλος,
σπούδασον κράζουσα, ψυχή·
ὁ Θεός, ἐπίστρεψον, σῶσόν με,
ὡς μόνος εὔσπλαγχνος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου