Σάββατο 18 Ιανουαρίου 2020

Ἱεραρχῶν τοὺς ἀρχηγούς, Πατριαρχῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης

Δεν υπάρχει διαθέσιμη περιγραφή για τη φωτογραφία.

Ποίημα Κυρίλλου κων/πόλεως , δοξαστικόν εσπερινού

Ἱεραρχῶν τοὺς ἀρχηγούς, Πατριαρχῶν τοὺς ἀκραίμονας,
καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης,
τῶν ἐννοιῶν τοῦ Χριστοῦ τοὺς ἐκφάντορας,
συνελθόντες ὧ φιλέορτοι,
πνευματικοῖς ἐγκωμίοις αἰνέσωμεν λέγοντες·

Χαίροις σοφὲ Ἀθανάσιε, ἐπώνυμε τῆς ἀθανασίας,
ὁ τὸν ληρώδη Ἄρειον, καθάπερ λύκον ἐκσφενδονήσας τοῖς ποίμνης τοῦ Χριστοῦ,
τῇ ἐλαστικῇ σφενδόνῃ τῶν θεοσόφων δογμάτων σου.

Χαίροις ἀστὴρ παμφαέστατε, ὑπέρμαχε τῆς Ἀειπαρθένου,
ὁ στεντορείως αὐτὴν Θεοτόκον, ἐν μέσῳ τοῦ ἐν Ἐφέσῳ ἱεροῦ συλλόγου,
ἀνακηρύξας λαμπρῶς, καὶ τῶν Νεστορίου ληρημάτων καθαιρέτα,
παμμακάριστε Κύριλλε·

Χαίρετε θεολογίας πηγαί, θεοσοφίας ποταμοὶ ἀέναοι,
καὶ βρύσεις θείας γνώσεως.

Ἀλλ᾿ ὦ Πατέρες τρισόλβιοι, μὴ παύσησθε πρεσβεύοντες Χριστῷ,
ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ὑμῶν, τὴν πανίερον καὶ θείαν πανήγυριν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου