Παρασκευή 14 Ιουνίου 2019

Η εικόνα ίσως περιέχει: 1 άτομο 

«Κύριε, μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ Σου παιδεύσῃς με».

Οἶδα Λῃστήν αἰτήσαντα καὶ παρευθὺς συγχώρησιν ἐκ Σοῦ κομισάμενον.
Οἶδα Πόρνην ὁλοψύχως προσελθοῦσαν καὶ συγχωρηθεῖσαν.
Οἶδα Τελώνην ἐκ βάθους στενάξαντα καὶ δικαιωθέντα.

Έγώ δὲ ὁ πανάθλιος πάντας ὑπερβαίνων ταῖς ἁμαρτίαις, τῇ μετανοίᾳ τούτους οὐ θέλω μιμήσασθαι, οὐδὲ γὰρ ἔχω δάκρυον ἐκτενές.
Οὐκ ἔχω ἐξομολόγησιν καθαρὰν καὶ ἀληθινήν,
οὐκ ἔχω στεναγμὸν ἐκ βάθους καρδίας,
οὐκ ἔχω καθαρὰν τὴν ψυχήν,
οὐκ ἔχω ἀγάπην κατά Θεόν,
οὐκ ἔχω πτωχείαν πνευματικήν,
οὐκ ἔχω προσευχὴν διηνεκῆ,
οὐκ ἔχω σωφροσύνην ἐν τῇ σαρκί,
οὐκ ἔχω καθαρότητα λογισμῶν,
οὐκ ἔχω προαίρεσιν θεοτερπῆ.
Ποίῳ οὖν προσώπῳ ἤ ἐν ποίᾳ παρρησίᾳ ζητήσω συγχώρησιν;

«Κύριε, μὴ τῷ θυμῷ Σου ἐλέγξῃς με»·
Πολλάκις, Δέσποτα, μετανοεῖν συνεταξάμην.
......
«Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι τῇ ψυχῇ»,
ἀσθενής εἰμι τῷ λογισμῷ,
ἀσθενής τῇ γνώμη,
ἀσθενής τῇ προαιρέσει.

Ἐξέλιπε γὰρ μου ἡ ἰσχύς, ἐξέλιπέ μου ὁ χρόνος,
ἐξέλιπον ἐν ματαιότητι ἡμέραι μου πᾶσαι καὶ τὸ τέλος ἐφέστηκεν.

Ἀλλ' ἄνοιξον, ἄνοιξον, ἄνοιξόν μοι, Κύριε, ἀναξίως κρούοντι καὶ μὴ ἀποκλείσῃς μοι τὴν θύραν τῆς εὐσπλαγχνίας Σου.

Ἐάν γὰρ Σὺ κλείσης, τίς μοι ἀνοίξει;

Ἐάν Σὺ μὴ με ἐλεήσης, τίς μοι βοηθήσει;

Οὐδείς ἄλλος, οὐδείς, εἰ μὴ Σὺ ὁ φύσει ἐλεήμων καὶ εὔσπλαγχνος.

«Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενὴς εἰμι»·

Ἐξενεύρισε γάρ με ὁ ἐχθρὸς καὶ ἀσθενῆ καὶ συντετριμμένον ἐποίησεν,
ὁ ἀσθενής δὲ καὶ συντετριμμένος οὐ δύναται ἀναστῆσαι ἑαυτόν,
οὐ δύναται ἰάσασθαι ἑαυτόν,
ὁ συντετριμμένος οὐ δύναται βοηθήσαι ἑαυτῷ,
λοιπόν ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι...

Κύριε, ἐν τῷ ἐλέει Σου σῶσόν με!!!

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου